Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.28 Joseph. AJ 2.33 (English) >>Joseph. AJ 2.38

2.31ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον· καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων. 2.32

Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν· 2.33ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον καὶ τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν ἑπτακαίδεκα ἐτῶν γεγονότα. 2.34Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος. 2.35

Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δʼ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.28 Joseph. AJ 2.33 (English) >>Joseph. AJ 2.38

Powered by PhiloLogic